Ἀνάστασιν Χριστοῦ

Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν ἅγιον, Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν
καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν
τὴν τοῦΧριστοῦ ἁγίαν ἀνάστασιν·
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦΣταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ,
διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ.
Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Κρυμμένη Πείνα & Ανοσοποιητικό Σύστημα

Παναγία Δέσποινα, Αρχόντισσα, Κυρία, την Γαβριελλα φρόντιζε, να λάβει θεραπεία.

Πατέρα Παντοκράτορα, Υγεία δώσε μας καλή, δώσε μας Θεραπεία.